TLG 0295 001 :: CARMINA POPULARIA (PMG) :: Fragmenta CARMINA POPULARIA (PMG) Lyr. Fragmenta frr. 1–12, 14–17, 19–37 Citation: Fragment — (line) | ||
1 | ἀχαΐνην στέατος ἔμπλεων τράγον. | |
2 | ἦλθ’ ἦλθε χελιδὼν καλὰς ὥρας ἄγουσα, καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, | |
5 | ἐπὶ νῶτα μέλαινα. παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυροῦ τε κάνυστρον· | |
---|---|---|
10 | καὶ πύρνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται· πότερ’ ἀπίωμες ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες· ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον | |
15 | ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· | |
μικρὰ μέν ἐστι, ῥαιδίως νιν οἴσομες. ἂν δὴ †φέρηις τι, μέγα δή τι† φέροις· ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. | 450 | |
3 | πλεῖστον οὖλον ἵει, ἴουλον ἵει. | 451 |
4 | μακραὶ δρύες, ὦ Μέναλκα. | |
5a | ἀνάγετ’, εὐρυχωρίαν τῶι θεῶι ποιεῖτε· θέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος | |
διὰ μέσου βαδίζειν. | 452 | |
5b | σοί, Βάκχε, τάνδε Μοῦσαν ἀγλαΐζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλωι μέλει, καινὰν ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ὠιδαῖσιν, ἀλλ’ ἀκήρατον | |
5 | κατάρχομεν τὸν ὕμνον· | |
6 | ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, | |
1 | ποῦ μοι τὰ καλὰ σέλινα; ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, | |
2 | ταδὶ τὰ καλὰ σέλινα. | 453 |
7 | ὢ τί πάσχεις; μὴ προδῶις ἄμμ’, ἱκετεύω· πρὶν καὶ μολεῖν κεῖνον, ἀνίστω, μὴ κακόν 〈σε〉 μέγα ποιήσηι κἀμὲ τὰν δειλάκραν. | |
5 | ἁμέρα καὶ ἤδη· τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῆις; | |
8 | ὗσον ὗσον ὦ φίλε | |
1 | Ζεῦ κατὰ τῆς ἀρούρας †τῆς Ἀθηναίων καὶ τῶν πεδίων.† | |
9 | ἔφυγον κακόν, εὗρον ἄμεινον. | 454 |
10 | ἄγετ’ ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾶι μὲν ἴτυν προβάλεσθε, δόρυ δ’ εὐτόλμως πάλλοντες, | |
5 | μὴ φειδόμενοι τᾶς ζωᾶς οὐ γὰρ πάτριον τᾶι Σπάρται. | |
11 | ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι | |
ποτὶ τὰν Ἄρεως κίνασιν. | 455 | |
12(7) | τ̣ὺ̣ δε̣π̣α[ πέφατ̣αι παν̣[ με̣τάδ̣ος π̣ω̣..ρασκ[ | |
10 | ἵει νυν οὖ̣ρον ἐπ̣α̣γ̣ρ̣[ πολε̣μ̣..μ̣ο̣νον.[ [ [ [ | |
15 | αρη[ λια̣ρὸν̣ ῥη̣έθροις Εὐρο̣[ Εὖ̣ρ’ ὦ σωτὴρ τᾶς Σπάρτας κατὰ πάντα μόλοις μετὰ νίκας· | |
⸏ἰὲ Παιὰν ἰήιε Παιάν | 456 | |
14 | ἥλιος Ἀπόλλων, ὁ δέ γ’ Ἀπόλλων ἥλιος. | |
15 | ἐξάγω χωλὸν τραγίσκον, | |
16 | ἱερὸν ἔτεκε πότνια κοῦρον | |
Βριμὼ βριμόν, | 457 | |
17 | ἄρχει μὲν ἀγών, τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν. | |
19 | λήγει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ | |
μηκέτι μέλλειν· | 458 | |
20 | βαλβῖδα† ποδὸς θέτε πόδα παρὰ πόδα, | |
21 | τὸν Ἑλλάδος ἀγαθέας στραταγὸν ἀπ’ εὐρυχόρου Σπάρτας | |
ὑμνήσομεν, ὢ ἰὲ Παιάν. | 459 | |
22 | ἴωμεν εἰς Ἀθάνας· | |
23 | ἄλει μύλα ἄλει· καὶ γὰρ Πιττακὸς ἄλει | |
μεγάλας Μυτιλήνας βασιλεύων. | 460 | |
24 | ἁμές ποκ’ ἦμες ἄλκιμοι νεανίαι, | |
1 | εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος ⟦ἔλεγεν⟧· ἁμὲς δέ γ’ εἰμές· αἰ δὲ λῆις, αὐγάσδεο. | |
2 | ὁ δὲ τρίτος ὁ τῶν παίδων· | |
ἁμὲς δέ γ’ ἐσσόμεσθα πολλῶι κάρρονες. | 461 | |
25 | ἐλθεῖν ἥρω Διόνυσε Ἀλείων ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν | |
5 | τῶι βοέωι ποδὶ δύων, ἄξιε ταῦρε, ἄξιε ταῦρε. | |
26 | ἀνάβαλλ’ ἄνω τὸ γῆρας, | |
ὦ καλὰ Ἀφροδίτα. | 462 | |
27 | ὦ παῖδες 〈ὅσ〉οι Χαρίτων τε καὶ πατέρων λάχετ’ ἐσθλῶν μὴ φθονεῖθ’ ὥρας ἀγαθοῖσιν ὁμιλεῖν· σὺν γὰρ ἀνδρείαι καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν. | |
28 | σῖτον ἐν πηλῶι φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει; | |
29 | τίς τὴν χύτραν; ἀναζεῖ· τίς περὶ χύτραν; | |
ἐγὼ Μίδας· | 463 | |
30a | χαλκῆν μυῖαν θηράσω, θηράσεις, ἀλλ’ οὐ λήψει, | |
30b | ἔξεχ’ ὦ φίλ’ ἥλιε | |
30c | χελιχελώνη, τί ποΐεις ἐν τῶι μέσωι; μαρύομ’ ἔρια καὶ κρόκην Μιλησίαν. ὁ δ’ ἔκγονός σου τί ποΐων ἀπώλετο; | |
λευκᾶν ἀφ’ ἵππων εἰς θάλασσαν ἅλατο. | 464 | |
31 | †πθει κόρη γέφυραν ὅσον οὔπω· τριπόλεον δέ† | |
32 | αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστί, | 465 |
33a | καλεῖτε θεόν· Σεμελήι’ Ἴακχε πλουτοδότα | |
33b | τίς τῆιδε; πολλοὶ κἀγαθοί. | |
33c | ἐκκέχυται· κάλει θεόν. | 466 |
34 | †ὦ Λίνε θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτωι μέλος ἔδωκαν ἀθάνα‐ τοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι· Φοῖβος δέ σε κότωι | |
ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.† | 467 | |
35b | ἐκκορὶ κορὶ κορώνη | 468 |
36 | δέξαι τὰν ἀγαθὰν τύχαν, δέξαι τὰν ὑγίειαν, ἃν φέρομες παρὰ τᾶς θεοῦ, | |
ἃν †ἐκλελάσκετο† τήνα. | 469 | |
37 | θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια. | 470 |